Τι καινούργιο προστέθηκε στην ιστοσελίδα... | Χάρτης Ιστότοπου
Εκτύπωση Σελίδας Μείωση Γραμματοσειράς Αύξηση Γραμματοσειράς

Εὐχή διά βαρβαρικάς προσβολάς

 

Ε Υ Χ Η

( διά βαρβαρικάς προσβολάς)

 

Δέσποτα Κύριε, ὁ Θεός ἡμῶν, Σοῦ δεόμεθα καί Σέ παρακαλοῦμεν οἱ ἁμαρτωλοί καί ἀνάξιοι δοῦλοί Σου, ὅπως ἐπιβλέψῃς ἐπί τήν δέησιν ἡμῶν τῶν ἀχρείων οἰκετῶν Σου καί ἐλεήσῃς ἡμᾶς.

Οἴδαμεν Δέσποτα, ὅτι αἱ ἁμαρτίαι ἡμῶν ὑπερῆραν τάς κεφαλάς ἡμῶν καί διά τοῦτο ἀπέστημεν τῆς χάριτος καί τοῦ ἐλέους Σου. Παρέβημεν τάς ἐντολάς Σου, ἀλλ᾿ ἱκετεύομεν καί παρακαλοῦμεν τήν Σήν συμπαθεστάτην ἀγαθότητα  μή μνησθῇς τῶν ἀνομιῶν ἡμῶν˙ μή ἀποστήσῃς τό ἔλεός Σου ἀφ᾿  ἡμῶν, ἀλλ᾿  ἐλέησον ἡμᾶς κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου.

Δέσποτα παντοδύναμε, εἰσάκουσον τῆς φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν. Ταῖς πρεσβείαις τῆς Παναχράντου καί Πανυπερευλογημένης  Θεοτόκου Μαρίας καί πάντων τῶν Ἁγίων βοήθησον τῷ λαῷ Σου καί δός αὐτῷ βαθείαν εἰρήνην. Ἀλλ᾿ ἐάν οἱ ἐχθραίνοντες ἡμᾶς γείτονες προσβάλωσιν ἡμᾶς , ἐνίσχυσον τόν στρατόν ἡμῶν ἐν ὥρᾳ πολέμου καί ἐνδυνάμωσον αὐτόν˙ γενοῦ μεθ᾿ ἡμῶν μαχητής ἰσχυρός, ὅτι οὐκ ἀδυνατεῖ παρά Σοί σώζειν ἐν πολλοῖς καί ἐν ὀλίγοις˙ κατίσχυσον ἡμᾶς, Κύριε ὁ Θεός ἡμῶν, ὅτι ἐπί Σοί πεποίθαμεν καί ἐπί τῷ ὀνόματί Σου τεθαρρήκαμεν˙ πιστωθήτω δή τό ῥῆμά Σου Κύριε, ὅ ἐλάλησας πρός ἡμᾶς, ὅτι μεθ᾿ ἡμῶν εἶ πάσας τάς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ὑψωθήτω τό κέρας τῶν Χριστιανῶν καί καταισχυνθήτωσαν οἱ διώκοντες καί ἐκφοβοῦντες ἡμᾶς ἄθεοι Ἀγαρηνοί καί πτοηθήτωσαν καί ἐντραπήτωσαν καί ἀπωλέσθωσαν καί συντριβήτω ἡ ἰσχύς αὐτῶν καί ἡ δυναστεία αὐτῶν μή ὑπαρξάτω˙ καί γνώτωσαν ἅπαντες, ὅτι Σύ εἶ μόνος ὕψιστος ἐπί πᾶσαν τήν γῆν καί Σοῦ ἐστίν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα καί Σέ δεῖ προσκυνεῖν τόν ἀληθινόν Θεόν καί Σωτῆρα ἡμῶν, τόν ἄναρχον Πατέρα καί τόν Συνάναρχον Υἱόν καί τό Ζωοποιόν Πνεῦμα , νῦν καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εκτύπωση Σελίδας Μείωση Γραμματοσειράς Αύξηση Γραμματοσειράς
Ἐπιστροφή στήν ἀρχή τῆς σελίδας