Τι καινούργιο προστέθηκε στην ιστοσελίδα... | Χάρτης Ιστότοπου
Εκτύπωση Σελίδας Μείωση Γραμματοσειράς Αύξηση Γραμματοσειράς

ΕΥΧΗ ΔΙΑ ΛΟΙΜΙΚΗΝ ΝΟΣΟΝ

ΕΥΧΗ

ΔΙΑ ΛΟΙΜΙΚΗΝ ΝΟΣΟΝ

(ποίημα Μητροπολίτου Γλυφάδας Ἀντωνίου)

 

Κύριε, ὁ Θεὸς τοῦ ἐλέους, ὁ πάσης ἀγαθότητος χορηγός, ὁ τῶν θαυμασίων Θεός, ὁ τῶν οἰκτιρμῶν Πατήρ, ὁ τῆς συμπαθείας λιμήν, ἡ τῆς φιλανθρωπίας ἀκένωτος πηγή, ὁ ἰατρός καί θεραπευτής τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, ὁ λόγῳ μόνῳ θεραπεύσας χωλούς, τυφλούς, κωφούς, παραλύτους, λεπρούς καί ἐκ παντοίων ἑτέρων νόσων κατατρυχομένους, Οὗ ἐν τῇ χειρὶ ἡ πνοὴ πάντων τῶν ζώντων, Σοῦ δεόμεθα, θαρροῦντες εἰς τήν ἀνεξιχνίαστον καί φιλάνθρωπον ἀγαθότητά Σου καί προβαλλόμενοι ὡς μεσίτας τήν Πανάχραντον Ἀειπάρθενον Θεοτόκον καί Πάντας τούς Ἁγίους, εἰς τούς ὁποίους ἐδωρήσω χάριν ἰαματικήν, ταπεινῶς Σέ παρακαλοῦμεν, ἔπιδε εὐμενεῖ καὶ ἱλέῳ ὄμματι ἐφ̉ ἡμᾶς, τούς ὑπό προσφάτως ἐνσκηψάσης νόσου λοιμικῆς δεινῶς κατατρυχομένους καὶ κατάπεμψον ἡμῖν τὰ ἐλέη Σου τά πλούσια.

Νικησάτω ἡ ἄβυσσος τῆς Σῆς εὐσπλαγχνίας τὸ πλῆθος τῶν ἡμετέρων ἁμαρτημάτων. Φεῖσαι τῆς κληρονομίας Σου ὁ Θεός· φεῖσαι τοῦ λαοῦ Σου· φεῖσαι τοῦ ἀμπελῶνος, ὃν ἐφύτευσεν ἡ δεξιά Σου.

Δέξαι τὰς ἐκ βάθους καρδίας ἀναπεμπομένας Σοι κραυγάς ἡμῶν· δέξαι τοῦ ταλανιζομένου ἐκ τῆς ἀσθενείας ταύτης λαοῦ Σου τὴν παράκλησιν.

Δὸς ἡμῖν λύτρωσιν καί ἐλευθερίαν ἐξ αὐτῆς. Παῦσον τήν ταύτης περαιτέρω ἐξάπλωσιν. Φώτισον τούς ἐρευνητάς ἐπιστήμονας ἵνα συντόμως ἐφεύρωσι τό νεκροῦν τόν προκαλοῦντα ταύτην ἰόν φάρμακον. Θεράπευσον τούς ἐξ αὐτῆς νοσοῦντας ἀδελφούς ἡμῶν. Στῆσον τὸ δρέπανον τοῦ θανάτου, δι᾿ οὗ αὕτη κακῶς θερίζει τούς οὕς προσβάλλει. Στῆσον αὐτῆς τήν μανίαν, ἵνα ὑγιεῖς δοξάζωμεν τήν ἀνείκαστον μεγαλωσύνην καί μακροθυμίαν τῆς χρηστότητός Σου καί ἀνάπαυσον ἐν εἰρήνῃ τούς ἐξ αὐτῆς θανόντας ἀδελφούς ἡμῶν.

Ναὶ, εὐδιάλακτε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων δούλων Σου ἐν τῇ ὥρᾳ ταύτῃ, ἐν ἧ μετά πολλῆς συνοχῆς ψυχῆς ἐπικαλούμεθά Σε καὶ μὴ ἀπώσῃ τὰς δεήσεις ἡμῶν. Πάριδε, Ἀγαθέ, τὰ πλημμελήματα ἡμῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν γνώσει καὶ ἐν ἀγνοίᾳ· καί δός ἡμῖν ὑγιαίνοντας ἀνυμνεῖν τό πανάγιον Ὄνομά Σου καί τοῦ ἀνάρχου Σου Πατρός καί τοῦ Παναγίου καί ἀγαθοῦ καί ζωοποιοῦ Σου Πνεύματος εἰς τούς αἰῶνας. Ἀμήν.

Εκτύπωση Σελίδας Μείωση Γραμματοσειράς Αύξηση Γραμματοσειράς
Ἐπιστροφή στήν ἀρχή τῆς σελίδας