Τρίτη, 23 Μαϊος 2023 07:53

ΕΥΧΗ ΔΙΑ ΛΟΙΜΙΚΗΝ ΝΟΣΟΝ

Ο Λοιμός του Τουρναί (1905) έργο του Luis Galait Ο Λοιμός του Τουρναί (1905) έργο του Luis Galait

Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς τοῦ ἐλέους, ὁ πάσης ἀγαθότητος χορηγός, ὁ τῶν θαυμασίων Θεός, ὁ τῶν οἰκτιρμῶν Πατήρ, ὁ τῆς συμπαθείας λιμήν, ἡ τῆς φιλανθρωπίας ἀκένωτος πηγή, ὁ ἰατρός καί θεραπευτής τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, ὁ λόγῳ μόνῳ θεραπεύσας χωλούς, τυφλούς, κωφούς, παραλύτους, λεπρούς καί ἐκ παντοίων ἑτέρων νόσων κατατρυχομένους, Οὗ ἐν τῇ χειρὶ ἡ πνοὴ πάντων τῶν ζώντων, Σοῦ δεόμεθα, θαρροῦντες εἰς τήν ἀνεξιχνίαστον καί φιλάνθρωπον ἀγαθότητά Σου καί προβαλλόμενοι ὡς μεσίτας τήν Πανάχραντον Ἀειπάρθενον Θεοτόκον καί Πάντας τούς Ἁγίους, εἰς οὕς ἐδωρήσω χάριν ἰαματικήν, ταπεινῶς Σέ παρακαλοῦμεν, ἔπιδε εὐμενεῖ καὶ ἱλέῳ ὄμματι ἐφ̉ ἡμᾶς, τούς ὑπό προσφάτως ἐνσκηψάσης νόσου λοιμικῆς κατατρυχομένους καὶ κατάπεμψον ἡμῖν τὰ ἐλέη Σου τά πλούσια. 

Οἵδαμεν Δέσποτα, ὅτι ἐκ τῶν ἀνομιῶν ἡμῶν ὑφιστάμεθα τά δεινά ταῦτα. Πλήν ταπεινῶς δεόμεθα Σου· νικησάτω ἡ ἄβυσσος τῆς Σῆς εὐσπλαγχνίας τὸ πλῆθος τῶν ἡμετέρων ἁμαρτημάτων. Πάριδε, Ἀγαθέ, τά πλημμελήματα ἡμῶν, τά ἑκούσια καί τά ἀκούσια, τά ἐν γνώσει καί ἐν ἀγνοίᾳ. Ἴλεως γενοῦ ἐπί τόν προστρέχοντα εἰς τήν εὐσπλαχνίαν Σου λαόν Σου. Δέξαι τὰς ἐκ βάθους καρδίας ἀναπεμπομένας Σοι κραυγάς ἡμῶν. Δὸς ἡμῖν λύτρωσιν καί ἐλευθερίαν ἐκ τῆς ἀσθενείας ταύτης. Παῦσον αὐτῆς τήν περαιτέρω ἐξάπλωσιν. Φώτισον τούς ἐρευνητάς ἐπιστήμονας ἵνα συντόμως ἐφεύρωσι τά νεκροῦντα τόν προκαλοῦντα ταύτην ἰόν φάρμακα. Θεράπευσον τούς ἐξ αὐτῆς νοσοῦντας ἀδελφούς ἡμῶν. Στῆσον τὸ δρέπανον τοῦ θανάτου, δι᾿ οὗ αὕτη κακῶς θερίζει τούς οὕς προσβάλλει. Στῆσον αὐτῆς τήν μανίαν, ἵνα ὑγιεῖς δοξάζωμεν τήν ἀνείκαστον μεγαλωσύνην καί μακροθυμίαν τῆς χρηστότητός Σου καί ἀνάπαυσον ἐν εἰρήνῃ τούς ἐξ αὐτῆς θανόντας ἀδελφούς ἡμῶν.

Ναὶ, εὐδιάλακτε Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός ἡμῶν, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων δούλων Σου ἐν τῇ ὥρᾳ ταύτῃ, ἐν ἧ μετά πολλῆς συνοχῆς ψυχῆς ἐπικαλούμεθά Σε καὶ μὴ ἀπώσῃ τὰς δεήσεις ἡμῶν, ἀλλά δός ἡμῖν ὑγιαίνοντας ἀνυμνεῖν τό πανάγιον Ὄνομά Σου, καί τοῦ ἀνάρχου Σου Πατρός, καί τοῦ Παναγίου καί ἀγαθοῦ καί ζωοποιοῦ Σου Πνεύματος εἰς τούς αἰῶνας. Ἀμήν.

Διαβάστηκε 446 φορές Τελευταία τροποποίηση στις Πέμπτη, 16 Ιανουαρίου 2025 09:33
Περισσότερα σε αυτή την κατηγορία: ΕΥΧΗ ΔΙΑ ΒΑΣΚΑΝΙΑΝ »

Copyright © 2025 Ιερά Μητρόπολη Γλυφάδας 

Αναζήτηση