Τι καινούργιο προστέθηκε στην ιστοσελίδα... | Χάρτης Ιστότοπου
Εκτύπωση Σελίδας Μείωση Γραμματοσειράς Αύξηση Γραμματοσειράς

ΕΥΧΗ ΔΙΑ ΛΟΙΜΙΚΗΝ ΝΟΣΟΝ

ΕΥΧΗ

ΔΙΑ ΛΟΙΜΙΚΗΝ ΝΟΣΟΝ

 (ποίημα τοῦ Σεβασμιωτάτου Μητροπολίτου Γλυφάδας κ. Ἀντωνίου)

 

Κύριε, ὁ Θεὸς τοῦ ἐλέους, ὁ πάσης ἀγαθότητος χορηγός, ὁ τῶν θαυμασίων Θεός, ὁ τῶν οἰκτιρμῶν Πατήρ, ὁ τῆς συμπαθείας λιμήν, ἡ τῆς φιλανθρωπίας ἀκένωτος πηγή, ὁ ἰατρός καί θεραπευτής τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, ὁ λόγῳ μόνῳ θεραπεύσας χωλούς, τυφλούς, κωφούς, παραλύτους, λεπρούς καί ἐκ παντοίων ἑτέρων νόσων κατατρυχομένους, ὁ τήν πενθεράν Πέτρου ἰασάμενος, ὁ ἐκ νεκρῶν τόν Λάζαρον ἀναστήσας καί τόν υἱόν τῆς χήρας τῆς Ναῒν καί τήν θυγατέρα τοῦ Ἀρχισυναγώγου, ὁ πάντα ποιῶν καὶ μετασκευάζων μόνον διά τῆς Σῆς βουλήσεως, Οὗ ἐν τῇ χειρὶ ἡ πνοὴ πάντων τῶν ζώντων, Σοῦ δεόμεθα καί Σέ ταπεινῶς παρακαλοῦμεν, θαρροῦντες εἰς τήν ἀνεξιχνίαστον καί φιλάνθρωπον ἀγαθότητά Σου, ἔπιδε εὐμενεῖ καὶ ἱλέῳ ὄμματι ἐφ̉ ἡμᾶς, τούς ὑπό προσφάτως ἐνσκηψάσης νόσου λοιμικῆς δεινῶς κατατρυχομένους, καὶ κατάπεμψον ἡμῖν τὰ ἐλέη Σου τά πλούσια. Νικησάτω ἡ ἄβυσσος τῆς Σῆς εὐσπλαγχνίας τὸ πλῆθος τῶν ἡμετέρων ἁμαρτημάτων. Φεῖσαι τῆς κληρονομίας Σου· φεῖσαι τοῦ λαοῦ Σου· φεῖσαι τοῦ ἀμπελῶνος, ὃν ἐφύτευσεν ἡ δεξιά Σου. Δέξαι τὰς ἐκ βάθους καρδίας ἀναπεμπομένας Σοι κραυγάς ἡμῶν· δέξαι τοῦ ταλανιζομένου ἐκ τῆς ἀσθενείας ταύτης λαοῦ Σου τὴν παράκλησιν.

Δὸς ἡμῖν λύτρωσιν καί ἐλευθερίαν ἐξ αὐτῆς. Παῦσον τήν ταύτης περαιτέρω ἐξάπλωσιν. Θεράπευσον τούς ἐξ αὐτῆς νοσοῦντας ἀδελφούς ἡμῶν. Στῆσον τὸ δρέπανον τοῦ θανάτου, δι᾿ οὗ αὕτη κακῶς θερίζει τούς οὕς προσβάλλει. Στῆσον αὐτῆς τήν μανίαν, ἵνα ὑγιεῖς δοξάζωμεν τήν ἀνείκαστον μεγαλωσύνην καί μακροθυμίαν τῆς χρηστότητός Σου.

Ναὶ, Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων δούλων Σου ἐν τῇ ὥρᾳ ταύτῃ καὶ μὴ ἀπώσῃ τὰς δεήσεις ἡμῶν. Πάριδε, Ἀγαθέ, τὰ πλημμελήματα ἡμῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν γνώσει καὶ ἐν ἀγνοίᾳ· καί δός ἡμῖν ὑγιαίνοντας ἀνυμνεῖν τό πανάγιον Ὄνομά Σου, τοῦ ἀνάρχου Πατρός, καί τοῦ Μονογενοῦς καί Συνανάρχου Υἱοῦ Σου καί τοῦ Παναγίου καί ἀγαθοῦ καί ζωοποιοῦ Σου Πνεύματος εἰς τούς αἰῶνας. Ἀμήν.

 

Εκτύπωση Σελίδας Μείωση Γραμματοσειράς Αύξηση Γραμματοσειράς
Ἐπιστροφή στήν ἀρχή τῆς σελίδας